1. Gr. Psalm 121 (Heb. 122) ᾠδὴ τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα

2. ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ιερουσαλημ

3. Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό

4. ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου

5. ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον Δαυιδ

6. ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε

7. γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου

8. ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ

9. ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι





“Há alegrias tão sublimes e dores tão profundas que não se consegue exprimir com palavras. O silêncio é o último recurso da alma, quando ela está inefavelmente feliz ou extremamente oprimida!” São Padre Pio de Pietrelcina